1.12.1
ΧΙΙ. Τῶν γε μὴν τοῦ σωτῆρος ἀποστόλων παντί τῳ σαφὴς ἐκ τῶν εὐαγγελίων ἡ πρόσρησις· τῶν δὲ ἑβδομήκοντα μαθητῶν κατάλογος μὲν οὐδεὶς οὐδαμῆ φέρεται, λέγεταί γε μὴν εἷς αὐτῶν Βαρνάβᾶς γεγονέναι, οὗ διαφόρως μὲν καὶ αἱ Πραξεῖς τῶν ἀποστόλων ἐμνημόνευσαν , οὐχ ἥκιστα δὲ καὶ Παῦλος Γαλάταις γράφων. τούτων δ᾿ εἶναί φασι καὶ Σωσθένην τὸν ἅμα Παύλῳ Κορινθίοις ἐπιστείλαντα· ἡ δ᾿ ἱστορία παρὰ Κλήμεντι κατὰ τὴν πέμπτην τῶν Ὑποτυπώσεων· ἐν ᾗ καὶ Κηφᾶν, περὶ οὗ φησιν ὁ Παῦλος “ ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέατην,’’ ἕνα φησὶ γεγονέναι τῶν ἑβδομήκοντα μαθητῶν, ὁμώνυμον Πέτρῳ τυγχάνοντα τῷ ἀποστόλῳ. καὶ Ματθίαν δὲ τὸν ἀντὶ Ἰούδα τοῖς ἀποστόλοις συγκαταλεγέντα τόν τε σὺν αὐτῷ τῆ ὁμοίᾳ ψήφῳ τιμηθέντα τῆς αὐτῆς τῶν ἑβδομήκοντα κλήσεως ἠξιῶσθαι κατέχει λόγος. καὶ Θαδδαῖον δὲ ἕνα τῶν αὐτῶν εἶναί φασι, περὶ οὗ καὶ ἱστορίαν ἐλθοῦσαν εἰς ἡμᾶς αὐτίκα μάλα ἐκθήσομαι. καὶ τῶν ἑβδομήκοντα δὲ πλείους τοῦ σωτῆρος πεφηνέναι μαθητὰς εὕροις ἂν ἐπιτηρήσας, μάρτυρι χρώμενος τῷ Παύλῳ, μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν ὦφθαι αὐτὸν φήσαντι πρῶτον μὲν Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, καὶ μετὰ τούτους ἐπάνω πετακοσίοις ἀδελφοῖς ἐφάπαξ, ὧν τινὰς μὲν ἔφασκεν κεκοιμῆσθαι, τοὺς πλείους δ’ ἔτι τῷ βίῳ, καθ’ ὃν καιρὸν αὐτῷ ταῦτα συνετάττετο, περιμένειν· ἔπειτα δ’ ὦφθαι αὐτὸν Ἰακώβῳ φησίν· εἷς δὲ καὶ οὗτος τῶν φερομένων τοῦ σωτῆρος ἀδελφῶν ἢν· εἶθ’ ὡς παρὰ τούτους κατὰ μίμησιν τῶν δώδεκα πλείστων ὅσων ὑπαρξάντων ἀποστόλων, οἷος καὶ αὐτὸς ὁ Παῦλος ἢν, προστίθησι λέγων ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.” ταῦτα μὲν οὗν περὶ τῶνδε.
XII. Now the names of the apostles of our Saviour are plain to everyone from the Gospels, but no list of the Seventy is anywhere extant. It is said, however, that one of them was Barnabas, and of him the Acts of the Apostles has also made special mention, and so also has Paul when writing to the Galatians. And they say that Sosthenes too, who wrote with Paul to the Corinthians, was one of them. And there is the story in Clement, in the fifth book of the Hypotyposes, in which he says that Cephas, concerning whom Paul says, “but when Cephas came to Antioch, I withstood him to the face,” was one of the Seventy disciples, who had the same name as the apostle Peter. Tradition also relates that Matthias, who was reckoned with the apostles in the place of Judas, and he who was honoured with him at the same casting of lots, had been called among the Seventy. They also say that Thaddaeus was one of them, and I will shortly recount a narrative which has reached us concerning him. And consideration would show you that there were more disciples of the Saviour than the Seventy, if you used Paul as a witness, for he says that after the resurrection from the dead Jesus was seen first by Cephas, afterwards by the twelve, and after these by above five hundred brethren at once; of whom he says that some had fallen asleep, but the majority remained alive at the time that he composed this account. He says that he was then seen by James, who was one of the alleged brethren of the Saviour, and then, as though in addition to these there had been numberless apostles, on the model of the twelve, like Paul himself, he goes on to say, “then he was seen by all the apostles.” This then for them.