Eusebius Book 1, Section 4

1.4.1

IV. Ταῦτα μὲν οὗν ἀναγκαίως πρὸ τῆς ἱστορίας ἐνταῦθά μοι κείσθω, ὡς ἂν μὴ νεώτερόν τις εἶναι νομίσειεν τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν διὰ τοὺς τῆς ἐνσάρκου πολιτείας αὐτοῦ χρόνους. ἵνα δὲ μηδέ τὴν διδασκαλίαν αὐτοῦ νέαν εἶναι καὶ ξένην, ὡς ἄν ὑπὸ νέου καὶ μηδὲν τοὺς λοιποὺς διαφέροντος ἀνθρώπους συστᾶσαν , ὑπονοήσειέν τις, φέρε, βραχέα καὶ περὶ τούτου διαλάβωμεν. τῆς μὲν γὰρ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας νεωστὶ πᾶσιν ἀνθρώποις ἐπιλαμψάσης, νέον ὁμολογουμένως ἔθνος, οὐ μικρὸν οὐδ’ ἀσθενὲς οὐδ’ ἐπὶ γωνίας ποι γῆς ἱδρυμένον , ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν πολυανθρωπότατόν τε καἰ θεοσεβέστατον ταύτῃ τε ἀνώλεθρον καὶ ἀήττητον, ἧ καὶ εἰς ἀεὶ τῆς παρὰ θεοῦ βοηθείας τυγχάνει χρόνων προθεσμίαις ἀρρήτοις ἀθρόως οὕτως ἀναπέφηνεν, τὸ παρὰ τοῖς πᾶσι τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τετιμημένον. τοῦτο καὶ προφητῶν κατεπλάγη τις, θείου πνεύματος ὀφθαλμῷ τὸ μέλλον ἔσεσθαι προθεωρήσας, ὡς καὶ τάδε ἀναφθέγξασθαι “ τίς ἤκουσεν τοιαῦτα, καὶ τις ἐλάλη οὕτως; εἰ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ.” ὑποσημαίνει δέ πως καὶ τὴν μέλλουσαν ὁ αὐτὸς προσηγορίαν, λέγων “ τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα καινόν, δ’ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.’’ ἀλλ’ εἰ καὶ νέοι σαφῶς ἡμεῖς καὶ τοῦτο καινὸν ὄντως ὄνομα τὸ χριστιανῶν ἀρτίως παρὰ πᾶσιν ἔθνεσιν γνωρίζεται, ὁ βίος δ’ οὖν ὅμως καὶ τῆς ἀγωγῆς ὁ τρόπος αὐτοῖς εὐσεβείας δόγμασιν ὅτι μὴ ἔναγχος ὑφ’ ἡμῶν ἐπιπέπΛασται, ἐκ πρώτης δ’ ὡς εἰπεῖν ἀνθρωπογονίας φυσικαῖς ἐννοίαις τῶν πάλαι θεοφιλῶν κατωρθοῦτο, ὧδέ πως ἐπιδείξομεν. οὐ νέον, ἀλλὰ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἀρχαιότητι τετιμημένον ἔθνος, τοῖς πᾶσι καὶ αὐτὸ γνώριμον, τό Ἑβραίων τυγχάνει. λόγοι δὴ παρὰ τούτῳ καὶ γράμματα παλαιοὺς ἄνδρας περιέχουσιν, σπανίους μὲν καὶ ἀριθμῷ βραχεῖς, ἀλλ’ ὅμως εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ πάσῃ τῇ λοιπῇ διενεγκόντας ἀρετῇ, πρὸ μέν γε τοῦ κατακλυσμοῦ διαφόρους, μετὰ δὲ καὶ τοῦτον ἑτέρους, τῶν τε τοῦ Νῶε παίδων καὶ ἀπογόνων ἀτὰρ καὶ τὸν Ἀβραάμ, ὃν ἀρχηγὸν καὶ προπάτορα ἁφῶν αὐτῶν παῖδες Ἑβραίων αὐχοῦσι πάντας δὴ ἐκείνους ἐπὶ δικαιοσύνῃ μεμαρτυρημένους, ἐξ αὐτοῦ Ἀβραὰμ ἐπὶ τὸν πρῶτον ἀνιοῦσιν ἄνθρωπον, ἔργῳ Χρι- στιανούς, εἰ καὶ μὴ ὀνόματι, προσειπών τις οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας. ὃ γάρ τοι δηλοῦν ἐθέλοι τοὔνομα, τὸν Χριστιανὸν ἄνδρα διὰ τῆς τοῦ Χριστοῦ γνώσεως καὶ διδασκαλίας σωφροσύνῃ καὶ δικαιοσύνῃ καρτερίᾳ τε βίου καὶ ἀρετῆς ἀνδρείᾳ εὐσεβείας τε ὁμολογίᾳ ἑνὸς καὶ μόνου τοῦ ἐπὶ πάντων θεοῦ διαπρέπειν, τοῦτο πᾶν ἐκείνοις οὐ χεῖρον ἡμῶν ἐσπουδάζετο. οὔτ’ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδὲ ἡμῖν, οὐ σαββάτων ἐπιτηρήσεως, ὅτι μηδὲ ἡμῖν, ἀλλ’ οὐδὲ τῶν τοιῶνδε τροφῶν παραφυλακῆς οὐδὲ τῶν ἄλλων διαστολῆς, ὅσα τοῖς μετέπειτα πρῶτος ἁπάντων Μωυσῆς ἀρξάμενος ἐν συμβόλοις τελεῖσθαι παραδέδωκεν, ὅτι μηδὲ νῦν χριστιανῶν τὰ τοιαῦτα· ἀλλὰ καὶ σαφῶς αὐτὸν ᾔδεσαν τὸν χριστὸν τοῦ θεοῦ, εἴ γε ὦφθαι μὲν τῷ Ἀβραάμ, χρηματίσαι 2. 35, 1. δὲ τῶ Ἰσαάκ, λελαληκέναι δὲ τῷ Ἰσραήλ, Μωυσεῖ τε καὶ τοῖς μετὰ ταῦτα προφήταις ὡμιληκέναι προδέδεικται· ἔνθεν αὐτοὺς δὴ τοὺς θεοφιλεῖς ἐκείνους εὕροις ἂν καὶ τῆς τοῦ Χριστοῦ κατηξιωμένους ἐπωνυμίας, κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν φωνήν “ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε ” ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιοτάτην τε καὶ ἀρχαιοτάτην θεοσεβείας εὕρεσιν αὐτῶν ἐκείνων τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν ἀνδρῶν τὴν ἀρτίως διὰ τῆς τοῦ Χριστοῦ διδα ἔθνεσιν κατηγγελμένην. εἰ δὲ δὴ μακρῷ ποθ’ ὕστερον περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλὰ πρό γε ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως τοῦ θείου φάσκοντος κοντὸς λόγου “ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” καὶ δὴ τοιούτῳ πρὸ τῆς περιτομῆς γεγονότι χρησμὸς ὑπὸ τοῦ φήναντος ἑαυτὸν αὐτῷ θεοῦ (οὗτος δ’ ἢν αὐτὸς ὁ Χριστός, ὁ τοῦ θεοῦ λόγος) περὶ τῶν ἐν τοῖς μετέπειτα χρόνοις τὸν ὅμοιον αὐτῷ δικαιοῦσθαι τρόπον μελλόντων ῥήμασιν αὐτοῖς προεπήγγελται λέγων “ καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς,,, καὶ ὡς ὅτι “ ἕαται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.’’ τούτῳ δὲ καὶ ἐπιστῆσαι εἰς ἡμᾶς ἐκπεπληρωμένῳ πάρεστιν. πίστει μὲν γὰρ ἐκεῖνος τῆ εἰς τὸν ὀφθέντα αὐτῷ τοῦ θεοῦ λόγον τὸν χριστὸν δεδικαίωτο, πατρῴας μὲν ἀποστὰς δεισιδαιμονίας καὶ πλάνης βίου προτέρας, ἕνα δὲ τὸν ἐπὶ πάντων ὁμοΛογήσας θεὸν καὶ τοῦτον ἔργοις ἀρετῆς οὐχὶ δὲ θρησκείᾳ νόμου τοῦ μετὰ ταῦτα Μωυσέως θεραπεύσας, τοιούτῳ τε ὄντι εἴρητο ὅτι δὴ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐν αὐτῷ εὐλογηθήσεται· ἔργοις δὲ λόγων ἐναργεστέροις ἐπὶ τοῦ παρόντος παρὰ μόνοις χριστιανοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἀσκούμενος ἐκεῖνος ὁ τῆς θεοσεβείας τοῦ Ἀβραὰμ ἀναπέφηνε τρόπος. τί δὴ οὗν λοιπὸν ἐμποδὼν ἂν εἴη, μὴ οὐχὶ ἕνα καὶ τὸν αὐτὸν βίον τε καὶ τρόπον εὐσεβείας ἡμῖν τε τοῖς ἀπὸ χριστοῦ καὶ τοῖς πρόπαλαι θεοφιλέσιν ὁμολογεῖν ; ὥστε μὴ νέαν καὶ ξένην, ἀλλ’ εἰ δεῖ φάναι ἀληθεύοντα, πρώτην ὑπάρχειν καὶ μόνην καὶ ἀληθῆ κατόρθωσιν εὐσεβείας τὴν διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας παραδοθεῖσαν ἡμῖν ἀποδείκνυσθαι. καὶ ταῦτα μὲν ὧδε ἐχέτω.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

IV. Let these observations suffice me, as needed before beginning the history, that no one might think our Saviour and Lord, Jesus Christ, a novelty because of the times of his earthly ministry. And lest anyone should suppose that his teaching also was new and strange, as having been set up by a youth no better than the rest of men, come, let us discuss this point briefly. For when the advent of our Saviour, Jesus Christ, recently shone forth on all men, it was confessedly a new race which has thus appeared in such numbers, in accordance with the ineffable prophecies of former times, and is honoured by all by the name of Christ; but it is not little nor weak, nor founded in some obscure corner of the earth, but the most populous of all and invincible, in that it ever finds help from God.