Eusebius Book 2, Section 3

2.3.1

ΙΙΙ. Οὕτω δῆτα οὐρανίῳ δυνάμει καὶ συνεργίᾳ ἀθρόως οἷά τις ἡλίου βολὴ τὴν σύμπασαν οἰκουμένην ὁ σωτήριος κατηύγαζε λόγος. αὐτίκα ταῖς θείαις ἑπομένως γραφαῖς ἐπὶ “ πᾶσαν ’’ προῄει “τὴν γῆν ὁ φθόγγος ’’ τῶν θεσπεσίων εὐαγγελιστῶν αὐτοῦ καὶ ἀποστόλων, “ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.” καὶ δῆτα ἀνὰ πάσας πόλεις τε καὶ κώμας, πληθυούσης ἅλωνος δίκην, μυρίανδροι καὶ παμπληθεῖς ἀθρόως ἐκκλησίαι συνεστήκεσαν, οἵ τε ἐκ προγόνων διαδοχῆς καὶ τῆς ἀνέκαθεν πλάνης παλαιῷ νόσῳ δεισιδαιμονίας εἰδώλων τὰς Ψυχὰς πεπεδημένοι, πρὸς τῆς τοῦ χριστοῦ δυνάμεως διὰ τῆς τῶν φοιτητῶν αὐτοῦ διδασκαλίας τε ὁμοῦ καὶ παραδοξοποιίας ὥσπερ δεινῶν δεινῶν ἀπηλλαγμένοι εἱργμῶν τε χαλεπωτάτων λύαιν εὑράμενοι, πάσης μὲν δαιμονικῆς κατέπτυον πολυθεΐας, ἕνα δὲ μόνον εἶναι θεὸν ὡμολόγουν, τὸν τῶν αυμπάντων δημιουργόν, τοῦτόν τε αὐτὸν θεσμοῖς ἀληθοῦς εὐσεβείας δι’ ἐνθέου καὶ αώφρονος θρησκείας τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν τῷ τῶν ἀνθρώπων βίῳ κατασπαρείσης ἐγέραιρον. ἀλλὰ γὰρ τῆς χάριτος ἤδη τῆς θείας καὶ ἐπὶ τὰ λοιπὰ χεομένης ἔθνη καὶ πρώτου μὲν κατὰ τὴν Παλαιστίνων Καισάρειαν Κορνηλίου αὺν ὅλῳ τῷ οἴκῳ δι’ ἐπιφανείας θειοτέρας ὑπουργίας τε Πέτρου τὴν εἰς Χριστὸν πίστιν καταδεξαμένου πλείστων τε καὶ ἄλλων ἐπ’ Ἀντιοχείας Ἑλλήνων, οἷς κατὰ τὸν Στεφάνου διωγμὸν διασπαρέντες ἐκήρυξαν, ἀνθούσης ἄρτι καὶ πληθυούσης τῆς κατὰ Ἀωτιόχειαν ἐκκλησίας ἐν ταὐτῷ τε ἐπιπαρόντων πλείστων τῶν τε ἀπὸ Ἱεροσολύμων προφητῶν καὶ αὺν αὐτοῖς Βαρνάβα καὶ Παύλου ἑτέρου τε πλήθους ἐπὶ τούτοις ἀδελφῶν, ἡ Χριστιανπῶν προσηγορία τότε πρῶτον αὐτόθι ὥσπερ ἀπ᾿ εὐθάλους καὶ γονίμου πηγῆς ἀναδίδοται. καὶ Ἄγαβος μέν, εἷς τῶν συνόντων αὐτοῖς προφητῶν, περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν προθεσπίζει, Παῦλος δὲ καὶ Βαρναβᾶς ἐξυπηρετησόμενοι τῇ τῶν ἀδελφῶν παραπέμπονται διακονίᾳ.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

III. Thus by the power and assistance of Heaven the saving word began to flood the whole world with light like the rays of the sun. At once, in accordance with the divine Scriptures, the voice of its inspired evangelists and Apostles “went forth to the whole earth, and their words to the end of the world.” In every city and village arose churches crowded with thousands of men, like a teeming threshing-floor. Those who by hereditary succession and original error had their souls bound by the ancient disease of the superstition of idols were set free as if from cruel masters and found release from fearful bondage by the power of Christ through the teaching of his followers and their wonderful deeds. They rejected all the polytheism of the demons, and confessed that there is only one God, the Creator of the universe. Him they honoured with the rites of true piety by the divine and rational worship which was implanted by our Saviour in the life of men. But indeed it was when the grace of God was already being poured out even on the other nations—when faith in Christ had been received, first by Cornelius with all his house in Palestinian Caesarea through divine manifestation and the ministration of Peter, and also by many other Greeks in Antioch, to whom those preached who had been scattered in the persecution about Stephen, and the Church in Antioch was already flourishing and multiplying—it was at that moment and in that place, when so many of the prophets from Jerusalem were also present, and with them Barnabas and Paul, and a number of the other brethren besides them, that the name of Christian was first given, as from a fresh and life-giving fountain. Agabus also, one of the prophets with them, made predictions that there was to be a famine, and Paul and Barnabas were sent to give assistance to the ministry of the brethren.