3.1.1
Ι. Τὰ μὲν δὴ κατὰ Ἰουδαίους ἐν τούτοις ἢν· τῶν δὲ ἱερῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν ἐφ’ ἅπασαν κατασπαρέντων τὴν οἰκουμένην, Θωμᾶς μέν, ὡς ἡ παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν, Ἀνδρέας δὲ τὴν Σκυθίαν, Ἰωάννης τὴν Ἀσίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τελευτᾷ, Πέτρος δ’ ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Βιθυνίᾳ Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κεκηρυχέναι τοῖς ἐκ] διασπορᾶς Ἰουδαίοις ἔοικεν· ὃς καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἱερπουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ὕστερον ἐν τῆ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρτυρηκότος; ταῦτα Ὠριγένει κατὰ λέξιν ἐν τρίτῳ τόμῳ τῶν εἰς τὴν Γένεσιν ἐξηγητικῶν εἴρηται.
I. Such was the condition of things among the Jews, but the holy Apostles and disciples of our Saviour were scattered throughout the whole world. Thomas, as tradition relates, obtained by lot Parthia, Andrew Scythia, John Asia (and he stayed there and died in Ephesus), but Peter seems to have preached to the Jews of the Dispersion in Pontus and Galatia and Bithynia, Cappadocia, and Asia, and at the end he came to Rome and was crucified head downwards, for so he had desired to suffer. What need be said of Paul, who fulfilled the gospel of Christ from Jerusalem to Illyricum and afterward was martyred in Rome under Nero? This is stated exactly by Origen in the third volume of his commentary on Genesis.