3.11.1
ΧΙ. Ἴωμεν δ’ ἐπὶ τὰ ἑξῆς. μετὰ τὴν . Ἰακώβου μαρτυρίαν καὶ τὴν αὐτίκα γενομένην ἅλωσιν τῆς Ἱερουσαλὴμ λόγος κατέχει τῶν ἀποστόλων καὶ τῶν τοῦ κυρίου μαθητῶν τοὺς εἰς ἔτι τῷ βίῳ λειπομένους ἐπὶ ταὐτὸν πανταχόθεν συνελθεῖν ἅμα τοῖς πρὸς γένους κατὰ σάρκα τοῦ κυρίου πλείους γὰρ καὶ τούτων περιῆσαν εἰς ἔτι τότε τῷ βίῳ), βουλήν τε ὁμοῦ τοὺς πάντας περὶ τοῦ τίνα χρὴ τῆς Ἰακώβου διαδοχῆς ἐπικρῖναι ἄξιον, ποιήσασθαι, καὶ δὴ ἀπὸ μιᾶς γνώμης τοὺς πάντας Συμεῶνα τὸν τοῦ Κλωπᾶ, οὗ καὶ ἡ τοῦ εὐαγγελίου μνημονεύει γραφή, τοῦ τῆς αὐτόθι παροικίας θρόνου ἄξιον εἶναι δοκιμάσαι, ἀνεψιόν, ὥς γέ φασι, γεγονότα τοῦ σωτῆρος, τὸν γὰρ οὗν Κλωπᾶν ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ,
XI. After the martyrdom of James and the capture of Jerusalem which immediately followed, the story goes that those of the Apostles and of the disciples of the Lord who were still alive came together from every place with those who were, humanly speaking, of the family of the Lord, for many of them were then still alive, and they all took counsel together as to whom they ought to adjudge worthy to succeed James, and all unanimously decided that Simeon the son of Clopas, whom the scripture of the Gospel also mentions, was worthy of the throne of the diocese there. He was, so it is said, a cousin of the Saviour, for Hegesippus relates that Clopas was the brother of Joseph,