3.31.1
XXXΙ. Παύλου μὲν οὖν καὶ Πέτρου τῆς τελευτῆς ὅ τε χρόνος καὶ ὁ τρόπος καὶ πρὸς ἔτι τῆς μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου τῶν σκηνωμάτων αὐτῶν καταθέσεως ὁ χῶρος ἤδη πρότερον ἡμῖν δεδήλωται· τοῦ δὲ Ἰωάννου τὰ μὲν τοῦ χρόνου ἤδη πως εἴρηται, τὸ δέ γε τοῦ σκηνώματος αὐτοῦ χωρίον ἐξ ἐπιστολῆς Πολυκράτους (τῆς ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος οὗτος ἢν) ἐπιδείκνυται, ν Οὐίκτορι Ῥωμαίων ἐπισκόπῳ γράφων, ὁμοῦ τε αὐτοῦ καὶ Φιλίππου μνημονεύει τοῦ ἀποστόλου τῶν τε τούτου θυγατέρων ὧδέ πως· “ καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅτινα ἀναστήσεται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, ἐν ἧ ἔρχεται μετὰ δόξης ἐξ οὐρανοῦ καὶ ἀναζητήσει πάντας τοὺς ἁγίους, Φίλιππον τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι καὶ ἡ ἑτέρα αὐτοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύματι πολιτευσαμένη ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσών, ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορεκὼς καὶ μάρτυς καὶ διδάσκαλος, οὗτος ἐν Ἐφέσῳ κεκοίμηται.” ταῦτα 4 καὶ περὶ τῆς τῶνδε τελευτῆς· καὶ ἐν τῷ Γαΐου δέ, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, διαλόγῳ Πρόκλος, πρὸς ὃν ἐποιεῖτο τὴν ζήτησιν, περὶ τῆς Φιλίππου καὶ τῶν θυγατέρων αὐτοῦ τελευτῆς, συνᾴδων τοῖς ἐκτεθεῖσιν, οὕτω φησίν· “ μετὰ τοῦτον προφήτιδες τέσσαρες αἱ Φιλίππου γεγένηνται ἐν Ἱεραπόλει τῇ κατὰ τὴν Ἀσίαν· ὁ τάφος αὐτῶν ἐστιν ἐκεῖ καὶ ὁ τοῦ πατρὸς αὐτῶν.” ταῦτα 5 μὲν οὗτος· ὁ δὲ Λουκᾶς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων τῶν Φιλίππου θυγατέρων ἐν Καισαρείᾳ τῆς Ἰουδαίας ἅμα τῷ πατρὶ τότε διατριβουσῶν προφητικοῦ τε χαρίσματος ἠξιωμένων μνημονεύει, κατὰ λέξιν ὧδέ πως λέγων· “ ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ’ αὐτῷ. τούτῳ δὲ ἦσαν παρθένοι θυγατέρες τἐσσαρες προφητεύουσαι.”
XXXI. The time and manner of the death of Paul and of Peter, and the place where their corpses were laid after their departure from this life, have already been described by us. The date of the death of John has also already been mentioned, and the place of his body is shown by a letter of Polycrates (he was bishop of the diocese of Ephesus) which he wrote to Victor, bishop of Rome. In this he mentions both John and Philip the apostle, and Philip's daughters as follows: “For great luminaries sleep in Asia, and they will rise again at the last day of the advent of the Lord, when he shall come with glory from heaven and call back all the saints, such as was Philip, one of the twelve apostles, who sleeps at Hierapolis with his two daughters who grew old as virgins and his third daughter who lived in the Holy Spirit and rests in Ephesus. And there is also John, who leaned on the Lord's breast, who was a priest wearing the petalon, and martyr and teacher; this one sleeps in Ephesus.” So far concerning their deaths. And in the dialogue of Gaius, which we mentioned a little earlier, Proclus, with whom he was disputing, speaks thus about the death of Philip and his daughters, agreeing with what has been stated. “After him the four daughters of Philip who were prophetesses were at Hierapolis in Asia. Their grave is there and so is their father's.” So he says. And Luke in the Acts of the Apostles mentions the daughters of Philip, who were then living with their father at Caesarea in Judaea and were vouchsafed the gift of prophecy. He says as follows: “We came to Caesarea and entered into the house of Philip the Evangelist, one of the seven, and remained with him. And he had four daughters who were prophetesses.”