Eusebius Book 3, Section 5

3.5.1

V. Μετὰ Νέρωνα δέκα πρὸς τρισὶν ἔτεσιν τὴν ἀρχὴν ἐπικρατήσαντα τῶν ἀμφὶ Γάλβαν καὶ Ὄθωνα ἐνιαυτὸν ἐπὶ μησὶν ἓξ διαγενομένων, Οὐεσπασιανός, ταῖς κατὰ Ἰουδαίων παρατάξεσιν λαμπρυνόμενος, βασιλεὺς ἐπ’ αὐτῆς ἀναδείκνυται τῆς Ἰουδαίας, αὐτοκράτωρ πρὸς τῶν αὐτόθι στρατοπέδων ἀναγορευθείς. τὴν ἐπὶ Ῥώμης οὖν αὐτίκα στειλάμενος, Τίτῳ τῷ παιδὶ τὸν κατὰ Ἰουδαίων ἐγχειρίζει πόλεμον. μετά γε μὴν τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν Ἰουδαίων πρὸς τῷ κατ’ αὐτοῦ τολμήματι ἤδη καὶ κατὰ τῶν ἀποστόλων αὐτοῦ πλείστας ὅσας ἐπιβουλὰς με μηχανὴ μένων, πρώτου τε Στεφάνου λίθοις ὑπ’ αὐτῶν ἀνῃρημένου, εἶτα δὲ μετ’ αὐτὸν Ἰακώβου, ὃς ἢν Ζεβεδαίου μὲν παῖς, ἀδελφὸς δὲ Ἰωάννου, τὴν κεφαλὴν ἀποτμηθέντος, ἐπὶ πᾶσί τε Ἰακώβου, τοῦ τὸν αὐτόθι τῆς ἐπισκοπῆς θρόνον πρώτου μετὰ τὴν του σμτῆτρος ἡμῶν ἀνάληψιν κεκληρωμένου, τὸν προδηλωθέντα τρόπον μεταλλάξαντος, τῶν τε λοιπῶν ἀποστόλων μυρία εἰς θάνατον ἐπιβεβουλευμένων καὶ τῆς μὲν Ἰουδαίας γῆς ἀπεληλαμένων, ἐπὶ δὲ τῇ τοῦ κηρύγματος διδασκαλίᾳ τὴν εἰς σύμπαντα τὰ ἔθνη στειλαμένων πορείαν σὺν δυνάμει τοῦ Χριστοῦ, φήσαντος αὐτοῖς “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας κατά τινα χρησμὸν τοῖς αὐτόθι δοκίμοις δι’ ἀποκαλύψεως ἐκδοθέντα πρὸ τοῦ πολέμου μεταναστῆναι τῆς πόλεως καί τινα τῆς Περαίας πόλιν οἰκεῖν κεκελευσμένου, Πέλλαν αὐτὴν ὀνομάζουσιν, [ἐν ἧ] τῶν εἰς Χριστὸν ἀπὸ τῆς Ἱερουσαλὴμ μετῳκισμένων, ὡς ἂν παντελῶς ἐπιλελοιπότων ἁγίων ἀνδρῶν αὐτήν τε τὴν Ἰουδαίων βασιλικὴν μητρόπολιν καὶ σύμπασαν τὴν Ἰουδαίαν γῆν, ἡ ἐκ θεοῦ δίκη λοιπὸν αὐτοὺς ἄτε τοσαῦτα εἴς τε τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους αὐτοῦ παρηνομηκότας μετῄει, τῶν ἀσεβῶν ἄρδην τὴν γενεὰν αὐτὴν ἐκείνην ἐξ ἀνθρώπων ἀφανίζουσα. δάα μὲν οὖν τηνικάδε κατὰ πάντα τόπον ὅλῳ τῷ ἔθνει συνερρύη κακά, ὅπως τε μάλιστα οἱ τῆς Ἰουδαίας οἰκήτορες εἰς ἔσχατα περιηλάθησαν συμφορῶν, ὁπόσαι τε μυριάδες ἡβηδὸν γυναιξὶν ἅμα καὶ παισὶ ξίφει καὶ λιμῷ καὶ μυρίοις ἄλλοις εἴδεσι περιπεπτώκασιν θανάτου, πόλεων τε Ἰουδαϊκῶν ὅσαι τε καὶ οἷαι γεγόνασιν πολιορκίαι, ἀλλὰ καὶ ὁπόσα οἱ ἐπ’ αὐτὴν Ἱερουσαλὴμ ὡς ἄν ἐπὶ μητρόπολιν ὀχυρωτάτην καταπεφευγότες δεινὰ καὶ πέρα δεινῶν ἑοράκασι, τοῦ τε παντὸς πολέμου τὸν τρόπον καὶ τῶν ἐν τούτῳ γεγενημένων ἐν μέρει ἕκαστα, καὶ ὡς ἐπὶ τέλει τὸ πρὸς τῶν προφητῶν ἀνηγορευμένον βδέλυγμα τῆς ἐρημώσεως ἐν αὐτῷ κατέστη τῷ πάλαι τοῦ θεοῦ περιβοήτῳ νεῷ, παντελῆ φθορὰν καὶ ἀφανισμὸν ἔσχατον τὸν διὰ πυρὸς ὑπομείναντι, πάρεστιν ὅτῳ φίλον, ἐπ’ ἀκριβὲς ἐκ τῆς τῷ Ἰωσήπῳ γραφείσης ἀναλέξασθαι ἰατορίας· ὡς δὲ ὁ αὐτὸς οὗτος τῶν ἀθροισθέντων ἀπὸ τῆς Ἰουδαίας Ἰουδαίας ἐν ἡμέραις τῆς τοῦ πάσχα ἑορτῆς ωσπερ ἐν εἰρκτῇ ῥήμασιν αὐτοῖς ἀποκλεισθῆναι εἰς τὰ Ἱεροσόλυμα ἀμφὶ τριακοσίας μυριάδας τὸ πλῆθος ἱστορεῖ, ἀναγκαῖον ὑποσημήνασθαι. χρῆν δ’ οὖν ἐν αἷς ἡμέραις τὸν πάντων σωτῆρα καὶ εὐεργέτην Χριστόν τε τοῦ θεοῦ τὰ κατὰ τὸ πάθος διατέθεινται, ταῖς αὐταῖς ὥσπερ ἐν εἱρκτὴ κατακλεισθέντας τὸν μετελθόντα αὐτοὺς ὄλεθρον πρὸς τῆς θείας δίκης καταδέξασθαι.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

V. After Nero had held the sovereignty for thirteen years, the affairs of Galba and Otho occupied a year and six months, and then Vespasian, who had distinguished himself in the operations against the Jews, was proclaimed Imperator by the army there and appointed Emperor in Judaea itself. He at once set off for Rome and entrusted the war against the Jews to his son Titus. Now after the ascension of our Saviour, in addition to their crime against him, the Jews at once contrived numberless plots against his disciples. Stephen was first stoned to death by them, and next after him James, the son of Zebedee and brother of John, was beheaded. In addition to all this, James, who was the first after the ascension of our Saviour to be appointed to the throne of the bishopric in Jerusalem, passed away in the manner described above, and the other Apostles were driven from the land of Judaea by innumerable plots of death. They went on their way to all the heathen, teaching their message in the power of Christ, for he had said to them, “Go and make disciples of all the heathen in my name.” On the other hand, the people of the church in Jerusalem were commanded by an oracle given by revelation before the war to those in the city who were worthy of it to depart and dwell in one of the cities of Perea, which they called Pella. To it those who believed on Christ migrated from Jerusalem, that when holy men had altogether deserted the royal capital of the Jews and the whole land of Judaea, the judgement of God might at last overtake them for all their crimes against the Christ and his Apostles, and all that generation of the wicked be utterly blotted out from among men. Those who wish can retrace accurately from the history written by Josephus how many evils at that time overwhelmed the whole nation in every place and especially how the inhabitants of Judaea were driven to the last point of suffering, how many thousands of youths, women, and children perished by the sword, by famine, and by countless other forms of death; they can read how many and what famous Jewish cities were besieged, and finally how terrors and worse than terrors were seen by those who fled to Jerusalem as if to a mighty capital; they can study the nature of the whole war, all the details of what happened in it, and how at the end the abomination of desolation spoken of by the prophets was set up in the very temple of God, for all its ancient fame, and it perished utterly and passed away in flames. But it is necessary to point out how the same writer estimates at three millions the number of those who in the days of the feast of the Passover thronged Jerusalem from all Judaea and, to use his own words, were shut up as if in prison. It was indeed right that on the same day on which they had perpetrated the passion of the Saviour and benefactor of all men and the Christ of God they should be, as it were, shut up in prison and receive the destruction which pursued them from the sentence of God.

3.5.2

Παρελθὼν δὴ τὰ τῶν ἐν μέρει συμβεβηκότων αὐτοῖς ὅσα διὰ ξίφους καὶ ἄλλῳ τρόπῳ κατ’ αὐτῶν ἐγκεχείρηται, μόνας τὰς διὰ τοῦ λιμοῦ ἀναγκαῖον ἡγοῦμαι συμφορὰς παραθέσθαι, ὡς ἂν ἐκ μέρους ἔχοιεν οἱ τῇδε τῇ γραφῆ ἐντυγχάνοντες εἰδέναι ὅπως αὐτοὺς τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας οὐκ εἰς μακρὸν ἡ ἐκ θεοῦ μετῆλθεν τιμωρία.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

Omitting then the details of their misfortunes from the sword and otherwise, I think it necessary to adduce only their sufferings from famine, in order that those who study this work may have some partial knowledge of how the punishment of God followed close after them for their crime against the Christ of God.