Eusebius Book 3, Section 7

3.7.1

VII. τοιαῦτα τῆς Ἰουδαίων εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας τε καὶ δυσσεβείας τἀπίχειρα, παραθεῖναι δ’ αὐτοῖς ἄξιον καὶ τὴν ἀψευδῆ τοῦ σωτῆρος ἡμῶν πρόρρησιν, δι’ ἦς αὐτὰ ταῦτα δηλοῖ ὧδέ πως προφητεύων “ οὐαὶ δὲ ταῖς γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· προσεύχεδθε δὲ ἵνα μὴ γένηται ὑμῶν ἢ φυγὴ χειμῶνος μηδὲ σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται.” συναγαγὼν δὲ πάντα τὸν τῶν ἀνηρημένων ἀριθμὸν ὁ συγγραφεὺς λιμῷ καὶ ξίφει μυριάδας ἑκατὸν καὶ δέκα διαφθαρῆναί φησιν, τοὺς δὲ λοιποὺς στασιώδεις καὶ λῃστρικούς, ὑπ’ ἀλλήλων μετὰ τὴν ἅλωσιν ἐνδεικνυμένους, μένους, ἀνηρῆσθαι, τῶν δὲ νέων τοὺς ὑψηλοάτους καὶ κάλλει διαφέροντας τετηρῆσθαι θριάμβῳ, τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη δεσμίους εἰς τὰ κατ’ Αἴγυπτον ἔργα παραπεμφθῆναι, πλείους δὲ εἰς τὰς ἐπαρχίας διανενεμῆσθαι φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις, τοὺς δ’ ἐντὸς ἑπτακαίδεκα ἐτῶν αἰχμαλώτους ἀχθέντας διαπεπρᾶσθαι, τούτων δὲ μόνων τὸν ἀριθμὸν εἰς ἐννέα μυριάδας ἀνδρῶν συναχθῆναι.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

VII. Such was the reward of the iniquity of the Jews and of their impiety against the Christ of God; but it is worth appending to it the infallible forecast of our Saviour, in which he prophetically expounded these very things: “Woe unto them that are with child and give suck in those days, but pray that your flight be not in the winter nor on a sabbath day, for there shall then be great affliction such as was not from the beginning of the world until now, nor shall be.” And the historian, estimating the whole of those who were destroyed, says that 1,100,000 perished by famine and the sword, and that the rest of the rebels and bandits were pointed out by one another after the capture of the city and killed. The tallest of the youths, and those distinguished for physical beauty, were kept for a triumph, and of the remaining population those above seventeen years old were sent as prisoners to hard labour in Egypt, but more were distributed throughout the provinces to be destroyed in the theatres by the sword and by wild beasts. Those below seventeen years old were sold into slavery, and these alone were 90,000.

3.7.2

Ταῦτα δὲ τοῦτον ἐπράχθη τὸν τρόπον δευτέρῳ τῆς Οὐεσπασιανοῦ βασιλειᾶς ἔτει ἀκολούθως ταῖς προγνωστικαῖς τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προρρήσεσιν, θείᾳ δυνάμει ὥσπερ ἤδη παρόντα προεορακότος αὐτὰ ἐπιδακρύσαντός τε καὶ ἀποκλανσαμένου κατὰ τὴν τῶν ἱερῶν εὐαγγελιστῶν γραφήν, οἳ καὶ αὐτὰς αὐτοῦ παρατέθεινται τὰς λέξεις, τοτὲ μὲν φήσαντος ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ “εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην ἀοῦ· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν ἀοῦ· ὅτι ἥξουσιν ἡμέραι ἐπὶ αἰ, καὶ περιβαλοῦσίν σοι οἱ ἐχθροί σου χάρακα, καὶ περικυκλώσουσίν ἄε, καὶ συνέξουσίν σε πάντοθεν, καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου,” τοτὲ δὲ περὶ τοῦ λαοῦ “ ἕαται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ· καὶ πεσοῦνται ἐν στόματι μαχαίρας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρις οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.” καὶ πάλιν ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” συγκρίνας δέ τις τὰς τοῦ σωτῆρος ἡμῶν λέξεις ταῖς λοιπαῖς τοῦ συγγραφέως ἱστορίαις ταῖς περὶ τοῦ παντὸς πολέμου, πῶς οὐκ ἂν ἀποθαυμάσειεν, θείαν ὡς ἀληθῶς καὶ ὑπερφυῶς παράδοξον τὴν πρόγνωσιν ὁμοῦ καὶ πρόρρησιν τοῦ σωτῆρος ἡμῶν ὁμολογήσας; Περὶ μὲν οὖν τῶν μετὰ τὸ σωτήριον πάθος καὶ τὰς φωνὰς ἐκείνας ἐν αἷς ἡ τῶν Ἰουδαίων πληθὺς τὸν μὲν λῃστὴν καὶ φονέα του θανάτου παρῄτηται, τὸν δ’ ἀρχηγὸν τῆς ζωῆς ἐξ αὐτῶν ἱκέτευσεν ἀρθῆναι, τῷ παντὶ συμβεβηκότων ἔθνει, οὐδὲν ἂν δέοι ταῖς ἱστορίαις ἐπιλέγειν, ταῦτα δ’ ἂν εἴη δίκαιον ἐπιθεῖναι, ἃ γένοιτ’ ἄν παραστατικὰ φιλανθρωπίας τῆς παναγάθου προνοίας, τεσσαράκοντα ἐφ’ ὅλοις ἔτεσιν μετὰ τὴν κατὰ τοῦ χριστοῦ τόλμαν τὸν κατ’ αὐτῶν ὄλεθρον ὑπερθεμένης, ἐν ὅσοις τῶν ἀποστόλων καὶ τῶν μαθητῶν πλείους Ἰάκωβός τε αὐτὸς ὁ τῇδε πρῶτος ἐπίσκοπος, τοῦ κυρίου χρηματίζων ἀδελφός, ἔτι τῷ βίῳ περιόντες καὶ ἐπ’ αὐτῆς τῆς Ἱεροσολύμων πόλεως τὰς διατριβὰς ποιούμενοι, ἕρκος ὥσπερ ὀχυρώτατον παρέμενον τῷ τόπῳ, τῆς θείας ἐπισκοπῆς εἰς ἔτι τότε μακροθυμούσης, εἰ ἄρα ποτὲ δυνηθεῖεν ἐφ’ οἷς ἔδρασαν, μετανοήσαντες συγγνώμης καὶ σωτηρίας τυχεῖν, καὶ πρὸς τῆ τοσαύτη μακροθυμίᾳ παραδόξους θεοσημείας τῶν μελλόντων αὐτοῖς μὴ μετανοήσασι συμβήσεσθαι παρασχομένης· ἃ καὶ αὐτὰ μνήμης ἠξιωμένα πρὸς τοῦ δεδηλωμένου συγγραφέως οὐδὲν οἷον τοῖς τῇδε προσιοῦσιν τῇ γραφῇ παραθεῖναι.

AI English cleanup, gpt-5.4-mini, 2026-05-23

These things happened in this way in the second year of the reign of Vespasian, in accordance with the prophetic utterances of our Lord and Saviour Jesus Christ, who, foreseeing them by divine power as though already present, shed tears at them and mourned according to the writing of the sacred evangelists, who also have set down his actual words. For once he said to Jerusalem herself, “If thou hadst known, even thou, in this day the things which belong to thy peace: but now they are hid from thine eyes, for the days will come upon thee when thine enemies shall cast a trench around thee and compass thee round, and keep thee in on every side, and shall lay thee and thy children even with the ground.” At another time, concerning the people, “For there shall be great distress on the earth and wrath upon this people, and they shall fall by the edge of the sword and be carried captive into all the Gentiles, and Jerusalem shall be trodden down by the Gentiles until the times of the Gentiles be fulfilled.” And again, “And when ye see Jerusalem surrounded by armies, then know that her desolation is at hand.” If anyone compare the words of our Saviour with the other narratives of the historian concerning the whole war, how can he avoid surprise and a confession of the truly divine and supernaturally wonderful character both of the foreknowledge and of the foretelling of our Saviour?