4.24.1
ΧΧΙV. Τοῦ δὲ Θεοφίλου, ὃν τῆς Ἀντοχέων ἐκκΛησίας ἐπίσκοπον δεδηλώκαμεν, τρία τὰ πρὸς Αὐτόλυκον στοιχειώδη φέρεται αυγγράμματα, καὶ ἄλλο Πρὸς τὴν αἵρεσιν Ἑρμογένους τὴν ἐπιγραφὴν ἔχον, ἐν ᾧ ἐκ τῆς ’ Αποκαλύψεως Ἰωάννου κέχρηται μαρτυρίαις· καὶ ἕτερα δέ τινα κατηχητικὰ αὐτοῦ φέρεται βιβλία. τῶν γε μὴν αἱρετικῶν οὐ χεῖρον καὶ τότε ζιζανίων δίκην λυμαινομένων τὸν εἰλικρινῆ τῆς ἀποστοΛικῆς διδασκαλίας σπόρον, οἱ πανταχόσε τῶν ἐκκλησιῶν ποιμένες, ὥσπερ τινὰς θῆρας ἀγρίους τῶν Χριστοῦ προβάτων ἀποσοβοῦντες, αὐτοὺς ἀνεῖργον τοτὲ μὲν ταῖς πρὸς τοὺς ἀδελφοὺς νουθεσίαις καὶ ἀποδυόμενοι, , τοτὲ δὲ πρὸς αὐτοὺς γυμνότερον ἀποδυόμενοι, ἀγράφοις τε εἰς πρόσωπον ζητήσεσι καὶ ἀνατροπαῖς, ἤδη δὲ καὶ δι’ ἐγγράφων ὑπομνημάτων τὰς δόξας αὐτῶν ἀκριβεστάτοις ἐλέγχοις διευθύνοντες. ὅ γέ τοι Θεόφιλος σὺν τοῖς ἄλλοις κατὰ τούτων στρατευσάμενος δῆλός ἐστιν ἀπό τινος οὐκ ἀγεννῶς αὐτῷ κατὰ Μαρκίωνος πεπονημένου λόγου, ὃς καὶ αὐτὸς μεθ’ ὧν ἄλλων εἰρήκαμεν εἰς ἔτι νῦν διασέσωσται. τοῦτον μὲν οὖν ἕβδομος ἀπὸ τῶν ἀποστόλων τῆς Ἀντιοχέων ἐκκλησίας διαδέχεται Μαξιμῖνος.
XXIV. Of Theophilus, whom we have mentioned as bishop of the church of the Antiochians, three elementary treatises are extant, addressed to Autolycus, and another with the title, Against the Heresy of Hermogenes, in which he has quoted the Apocalypse of John, and there are also extant some other books of his on instruction. Heretics were even then no less defiling the pure seed of apostolic teaching like tares, and the shepherds of the churches in every place, as though driving off wild beasts from Christ's sheep, excluded them at one time by rebukes and exhortations to the brethren, at another by their more complete exposure, by unwritten and personal inquiry and conversation, and ultimately correcting their opinions by accurate arguments in written treatises. It is clear that Theophilus joined with the others in this campaign against them from a noble treatise which he made against Marcion, which has been preserved until now with the others that we have mentioned. His successor in the church of the Antiochians was Maximinus, seventh from the apostles.