4.5.1
v. Τῶν γε μὴν ἐν Ἱερροσολύμοις ἐπισκόπων τοὺς χρόνους γραφῆ σῳζομένους οὐδαμῶς εὑρών κομιδῆ γὰρ οὗν βραχυβίους αὐτοὺς λόγος κατέχει γενέσθαι), τοσοῦτον ἐξ ἐγγράφων παρείληφα, ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας πεντεκαίδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαί, οἃς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν, τὴν γνῶσιν τοῦ χριστοῦ γνησίως καταδέξασθαι, ὤατ’ ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν ἀπὸ τῶν ἀπο- στόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν, καθ’ ἢν Ἰουδαῖοι Ῥωμαίων αὖθις ἀποστάντες, οὐ μικροῖς πολέμοις ἥλωσαν. διαλελοιπότων δ’ οὖν τηνικαῦτα τῶν ἐκ περιτομῆς ἐπισκόπων, τοὺς ἀπὸ πρώτου νῦν ἀναγκαῖον ἂν εἴη καταλέξαι. πρῶτος τοιγαροῦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφὸς ἦν· μεθ’ ὃν δεύτερος Συμεώμ· τρίτος Ἰοῦστος· Ζακχαῖος τέταρτος· πέμπτος Τωβίας· ἕκτος Βενιαμίν· Ἰωάννης ἕβδομος· ὄγδοος Ματθίας· ἔνατος Φίλιππος· δέκατος Ζενέκας· ἑνδέκατος Ιοῦστος· Λευὶς δωδέκατος· Έφρῆς τρισκαιδέκατος· τεσσαρεσκαιδέκατος Ἰωσήφ· ἐπὶ πᾶσι πεντεκαιδέκατος Ἰούδας. τοσοῦτοι καὶ οἱ ἐπὶ τῆς Ἱεροσολύμων πόλεως ἐπίσκοποι ἀπὸ τῶν ἀποστόλων εἰς τὸν δηλούμενον διαγενόμενοι χρόνον, οἱ πάντες ἐκ περιτομῆς. ἤδη δὲ δωδέκατον ἐχούσης ἔτος τῆς ἡγεμονίας, Ξύστον δεκαέτη χρόνον ἀποπλήσαντα ἐπὶ τῆς ‘Ρωμαίων ἐπισκοπῆς ἕβδομος ἀπὸ τῶν ἀποστόλων διαδέχεται Τελεσφόρος· ἐνιαυτοῦ δὲ μεταξὺ καὶ μηνῶν διαγενομένου, τῆς Ἀλεξανδρέων παροικίας τὴν προστασίαν Εὐμένης ἕκτῳ κλήρῳ διαδέχεται, τοῦ πρὸ αὐτοῦ ἔτεσιν ἕνδεκα διαρκέσαντος.
v. I have not found any written statement of the dates of the bishops in Jerusalem, for tradition says that they were extremely short-lived; but I have gathered from documents this much—that up to the siege of the Jews by Hadrian the successions of bishops were fifteen in number. It is said that they were all Hebrews by origin who had nobly accepted the knowledge of Christ, so that they were counted worthy even of the episcopal ministry by those who had the power to judge such questions. For their whole church at that time consisted of Hebrews who had continued Christian from the Apostles down to the siege at the time when the Jews again rebelled against the Romans and were beaten in a great war. Since the Jewish bishops then ceased, it is now necessary to give their names from the beginning. The first then was James who was called the Lord's brother, and after him Simeon was the second. The third was Justus, Zacchaeus was the fourth, Tobias the fifth, Benjamin the sixth, John the seventh, Mattias the eighth, Philip the ninth, Seneca the tenth, Justus the eleventh, Levi the twelfth, Ephres the thirteenth, Joseph the fourteenth, and last of all Judas the fifteenth. Such were the bishops in the city of Jerusalem, from the Apostles down to the time mentioned, and they were all Jews. Now during the twelfth year of the reign of Hadrian, Telesphorus, the seventh from the Apostles, succeeded Xystus, who had completed ten years in the bishopric of the Romans, and one year and some months later Eumenes succeeded to the government of the diocese of Alexandria as the sixth bishop, when his predecessor had completed eleven years.