6.27.1
XXVII Διέπρεπεν δ’ ἐν τούτῳ Φιρμιλανός, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος, τοσαύτην εἰσάγων περὶ τὸν Ὠριγένην σπουδήν, ὡς τοτὲ μὲν αὐτὸν ἀμφὶ τὰ κατ’ αὐτὸν κλίματα εἰς τὴν τῶν ἐκκλησιῶν ὠφέλειαν ἐκκαλεῖσθαι, τοτὲ δὲ ὡς αὐτὸν ἐπὶ τὴν Ἰουδαίαν στέλλεσθαι καί τινας αὐτῷ συνδιατρίβειν χρόνους τῆς εἰς τὰ θεῖα βελτιώσεως ἕνεκα. οὐ μὴν ἀλλὰ καὶ ὁ τῆς Ἱεροσολύμων προεσὼς Ἀλέξανδρος Θεόκτιστός τε ὁ κατὰ Καισάρειαν τὸν πάντα χρόνον προσανέχοντες αὐτῷ, οἷα διδασκάλῳ μόνῳ, τὰ τῆς τῶν θείων γραφῶν ἑρμηνείας καὶ τὰ λοιπὰ τοῦ ἐκκλησιαστικοῦ λόγου πράττειν συνεχώρουν.
XXVII. Now at this time Firmilian, bishop of Caesarea in Cappadocia, was distinguished; he displayed such esteem for Origen, that at one time he would summon him to his own parts for the benefit of the churches; at another, journey himself to Judaea, and spend some time with him for his own betterment in divine things. Nay further, Alexander, who presided over the [church] of Jerusalem, and Theoctistus, [who presided] at Caesarea, continued their attendance on him the whole time, as their only teacher, and used to concede to him the task of expounding the divine Scriptures, and the other parts of the Church’s instruction.