Eusebius Book 5, Section 11

5.11.1

ΧΙ. Κατὰ τοῦτον ταῖς θείαις γραφαῖς συνασκούμενος ἐπ’ Ἀλεξανδρείας ἐγνωρίζετο Κλήμης, ὁμώνυμος τῷ πάλαι τῆς ‘ Ρωμαίων ἐκκλησίας ἡγησαμένῳ φοιτητῇ τῶν ἀποστόλων· ὃς δὴ καὶ ὀνομαστὶ ἐν αἷς συνέταξεν ‘Υποτυπώσεσιν ὡς διδασκάλου τοῦ Πανταίνου μέμνηται, τοῦτόν τε αὐτὸν καὶ τῶν Στρωματέων ἐν πρώτῳ συγγράμματι αἰνίττεσθαί μοι δοκεῖ, ὅτε τοὺς ἐμφανεστέρους ἧς κατείληφεν ἀποστολικῆς διαδοχῆς ἐπισημηνά- μενος ταῦτά φησιν· “ ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία, ἀλλά μοι ὕπο. εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων ὧν κατηξιώθην ἐπακοῦσαι λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι ἀξιολόγων. τούτων ὁ μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, ὁ δὲ ἐπὶ τῆς μεγάλης Ἑλλάδος, τῆς Κοίλης ἅτερος αὐτῶν Συρίας ἦν, ὁ δὲ ἀπ’ Αἰγύπτου, ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν, καὶ ταύτης ὁ μέν τις τῶν Ἀσσυρίων, ὁ δὲ ἐν τῆ Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν· ὑστάτῳ δὲ περιτυχών, δυνάμει δὲ ἄρα πρῶτος ἦν, άνεπαυσάμην, ἐν Αἰγύπτῳ θηράσας λεληθότα. ἀλλ’ οἱ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σῴζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου καὶ Ἰακώβου Ἰωάννου τε καὶ Παύλου τῶν ἁγίων ἀποστόλων παῖς παρὰ πατρὸς ἐκδεξάμενος ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς, τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι απέρματα.”

AI English cleanup, gpt-5.4-mini, 2026-05-25

XI. In his time Clement, the namesake of the pupil of the apostles who had once ruled the church of Rome, was famous in Alexandria for his study of the Holy Scriptures with Pantaenus. In the Hypotyposes which he composed he mentioned Pantaenus by name as his teacher, and he seems to me to allude to him in the first book of the Stromateis, when he speaks thus in reference to the more distinguished members of the apostolic succession which he had received. “This work is not a writing composed for show, but notes stored up for my old age, a remedy against forgetfulness, an image without art, and a sketch of those clear and living words which I was privileged to hear, and of blessed and truly notable men. Of these, one, the Ionian, was in Greece; another in South Italy; a third in Coele-Syria; another from Egypt; and there were others in the East, one of them an Assyrian, another in Palestine of Hebrew origin. But when I had met the last, and in power he was indeed the first, I rested after hunting him out from his concealment in Egypt. But these men preserved the true tradition of the blessed teaching directly from Peter and James and John and Paul, the holy apostles, son receiving it from father (but there were few like their fathers), and by the blessing of God they came down to us to deposit those ancestral and apostolic seeds.”