Eusebius Book 5, Section 12

5.12.1

XII. Ἐπὶ τούτων τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπος ὁ παρὰ πολλοῖς εἰς ἔτι νῦν βεβοημένος Νάρκισσος ἐγνωρίζετο, πέντε πεντεκαιδεκάτην ἄγων διαδοχὴν ἀπὸ τῆς τῶν Ἰουδαίων κατὰ Ἀδριανὸν πολιορκίας, ἐξ οὗ δὴ πρῶτον τὴν αὐτόθι ἐκκλησίαν ἐξ ἐθνῶν συστῆναι μετὰ τοὺς ἐκ περιτομῆς καθηγήσασθαί τε αὐτῶν πρῶτον ἐξ ἐθνῶν ἐπίσκοπον Μάρκον ἐδηλώσαμεν· μεθ’ ὅν ἐπισκοπεῦσαι Κασσιανὸν αἱ τῶν αὐτόθι διαδοχαὶ περιέχουσιν , καὶ μετὰ τοῦτον Πούπλιον, εἶτα Μάξιμον, καὶ ἐπὶ τούτοις Ἰουλιανόν, ἔπειτα Γάϊον, μεθ’ ὅν Σύμμαχον, καὶ Γάϊον ἕτερον, καὶ πάλιν ἄλλον Ἰουλιανόν, Καπίτωνά τε πρὸς τούτοις καὶ Οὐάλεντα καὶ Δολιχιανόν, καὶ ἐπὶ πᾶσι τὸν Νάρκισσον , τριακοστὸν ἀπὸ τῶν ἀποστόλων κατὰ τὴν τῶν ἑξῆς διαδοχὴν γεγενημένον.

AI English cleanup, gpt-5.4-mini, 2026-05-25

XII. In their time there flourished Narcissus, bishop of the church at Jerusalem, who is still widely famous. He held the succession in the fifteenth place after the siege of the Jews under Hadrian, and we have stated already that from that time the church in that city was composed of Gentiles, in succession to the Jewish Christians, and that the first of the Gentile bishops was Marcus. After him the local successions record that Cassian was bishop, and after him Publius, then Maximus, and after them Julian, then Gaius, after him Symmachus, and Gaius the second, and then another Julian, and Capito, and in addition to them Valens and Dolichianus, and after them all Narcissus, the thirtieth from the apostles according to the regular succession.