5.14.1
XIV. μισόκαλός γε μὴν ἐς τὰ μάλιστα καὶ φιλοπόνηρος ὢν ὁ τῆς ἐκκλησίας τοῦ θεοῦ πολέμιος, μηδένα τε μηδαμῶς τῆς κατὰ τῶν ἀνθρώπων ἀπολιπὼν ἐπιβουλῆς τρόπον, αἱρέσεις ξένας αὖθις ἐπιφύεσθαι κατὰ τῆς ἐκκλησίας ἐνήργει· ὧν οἱ μὲν ἰοβόλων δίκην ἑρπετῶν ἐπὶ τῆς Ἀσίας καὶ Φρυγίας εἷρπον, τὸν μὲν δὴ παράκλητον Μοντανόν, τὰς δ’ ἐξ αὐτοῦ γυναῖκας, Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ὡς ἂν τοῦ Μοντανοῦ προφήτιδας γεγονυίας, αὐχοῦντες·
XIV. The enemy of the church of God, who hates good and is deeply devoted to all that is wicked, left untried no kind of plot against men and again strove to raise up strange heresies against the church. Of these some, like poisonous reptiles, crawled over Asia and Phrygia, and boasted that Montanus was the Paraclete, and that the women of his sect, Priscilla and Maximilla, were the prophetesses of Montanus.