5.26.1
XXVI. Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσιν Εἰρη- ναίου συγγράμμασιν καὶ ταῖς ἐπιστολαῖς φέρεταί τις αὐτοῦ πρὸς Ἕλληνας λόγος συντομώτατος καὶ τὰ μάλιστα ἀναγκαιότατος, Περὶ ἐπιστήμης ἐπιγεγραμμένος, καὶ ἄλλος, ὃν ἀνατέθεικεν ἀδελφῷ Μαρκιανῷ τοὔνομα εἰς ἐπίδειξιν τοῦ ἀποστολικοῦ κηρύγματος, καὶ βιβλίον τι διαλέξεων διαφόρων, ἐν ᾧ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ τῆς λεγομένης Σολομῶνος Σοφίας μνημονεύει, ῥητά τινα ἐξ αὐτῶν παραθέμενος. καὶ τὰ μὲν εἰς ἡμετέραν ἐλθόντα γνῶσιν τῶν Εἰρηναίου τοσαῦτα. Κομόδου δὲ τὴν ἀρχὴν ἐπὶ δέκα καὶ τρισὶν ἔτεσιν καταλύσαντος, αὐτοκράτωρ Σευῆρος οὐδ’ ὅλοις μησὶν ἓξ μετὰ τὴν Κομόδου τελευτὴν Περτίνακος διαγενομένου κρατεῖ.
XXVI. In addition to the published treatises and to the letters of Irenaeus, there is extant a concise and extremely convincing treatise of his against the Greeks, entitled Concerning Knowledge, and another which he has dedicated to a Christian named Marcian on the Demonstration of the Apostolic Preaching, and a little book of various discourses, in which he mentions the Epistle to the Hebrews and the so-called Wisdom of Solomon, quoting certain passages from them. Such is the extent of our knowledge of the works of Irenaeus.