7.14.1
XIV. Ἐν τούτῳ δὲ τῆς μὲν ‘Ρωμαίων ἐκκλησίας εἰς ἔτι τότε καθηγεῖτο Ξύστος, τῆς δ’ ἐπ’ Ἀντιοχείας μετὰ Φάβιον Δημητριανός, Φιρμιλιανὸς δὲ Καισαρείας τῆς Καππαδοκῶν, καὶ ἐπὶ τούτοις τῶν κατὰ Πόντον ἐκκλησιῶν Γρηγόριος καὶ ὁ τούτου ἀδελφὸς Ἀθηνόδωρος, Ὠριγένους γνώριμοι· δ’ ἐπὶ Παλαιστίνης Καισαρείας, Θεοκτίστου μεταλλάξαωτος, διαδέχεται τὴν ἐπισκοπὴν Δόμνος, βραχεῖ δὲ χρόνῳ τούτου διαγενομένου, Θεότεκνος, ὁ καθ’ ἡμᾶς, διάδοχος καθίσταται· τῆς δ’ Ὠριγένους διατριβῆς καὶ οὗτος ἦν. ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις ἀναπαυσαμένου Μαζαβάνου, θρόνον Ὑμέναιος, ὁ καὶ αὐτὸς ἐπὶ πλείστοις τοῖς καθ’ ἡμᾶς διαπρέψας ἔτεσιν, διεδέξατο.
XIV. At that time Xystus was still ruling the church of the Romans, Demetrian, who came after Fabius, the church at Antioch, and Firmilian at Caesarea in Cappadocia; and moreover Gregory and his brother Athenodore were ruling the churches of Pontus, pupils of Origen. As to Caesarea in Palestine, on the death of Theoctistus, Domnus succeeded to the episcopate, but after he had continued in office a short time Theotecnus, our contemporary, was appointed to succeed him. He also was of the school of Origen. But at Jerusalem, when Mazabanes had entered into his rest, Hymenaeus succeeded to the throne, the same who was distinguished for very many years in our day.