Eusebius Book 5, Section 17

5.17.1

XVII. Ἐν τούτῳ δὲ τῷ συγγράμματι καἰ Μιλτιάδου συγγραφέως μέμνηται, ὡς λόγον τινὰ καὶ αὐτοῦ κατὰ τῆς προειρημένης αἱρέσεως γε· γραφότος· παραθέμενος γοῦν αὐτῶν λέξεις τινάς, ἐπιφέρει λέγων· “ταῦτα εὑρὼν ἔν τινι συγγράμματι αὐτῶν ἐνισταμένων τῷ Ἀλκιβιάδου τοῦ ἀδελφοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσιν περὶ τοῦ μὴ δεῖν προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.” ὑποκαταβὰς δ’ ἐν ταὐτῷ τοὺς κατὰ τὴν καινὴν διαθήκην προπεφητευκότας καταλέγει, ἐν οἷς καταριθμεῖ Ἀμμίαν τινὰ καὶ Κοδρᾶτον, λέγων οὕτως· “ ἀλλ’ ὅ γε ψευδοπροφήτης ἐν παρεκστάσει, ᾧ ἕπεται ἄδεια καὶ ἀφοβία, ἀρχομένου μὲν ἐξ ἑκουσίου ἀμαθίας, καταστρέφοντος δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, ὡς προείρηται. τοῦτον δὲ τὸν τρόπον οὔτε τινὰ τῶν κατὰ τὴν παλαιὰν οὔτε τῶν κατὰ τὴν καινὴν πνευματοφορηθέντα προφήτην δεῖξαι δυνή- δονται, οὔτε Ἄγαβον οὔτε Ἰούδαν οὔτε Σίλαν οὔτε τὰς Φιλίππου θυγατέρας, οὔτε τὴν ἐν Φιλαδελφίᾳ Ἀμμίαν οὔτε Κοδρᾶτον, οὔτε εἰ δή τινας ἄλλους μηδὲν αὐτοῖς προσήκοντας καυχήσονται ’’ καὶ αὖθις δὲ μετὰ βραχέα ταῦτά φηαιν· “εἰ γὰρ μετὰ Κοδρᾶτον καὶ τὴν ἐν Φιλαδελφίᾳ Ἀμμίαν, ὥς φασιν, αἱ περὶ Μοντανὸν διεδέξαντο γυναῖκες τὸ προφητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν τίνες παρ’ αὐτοῖς διεδέξαντο, δειξάτωσαν· δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῆ ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπόστολος ἀξιοῖ. ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι τεσσαρεσκαιδέκατον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμίλλης τελευτἠς.”

AI English cleanup, gpt-5.6-terra, 2026-09-28

XVII. And in this work he also mentions Miltiades as a writer who had himself written a treatise against the heresy mentioned. After quoting some of their sayings he continues as follows: “I have given this abstract of what I found in a work of theirs, when they were attacking the work of Alcibiades the brother, in which he shows that a prophet ought not to speak in ecstasy.” And he goes on in the same work to give a catalogue of those who had been prophets of the New Testament, and among them he numbers a certain Ammia and Quadratus, and says thus: “But the false prophet speaks in ecstasy, after which follow licence and freedom from fear; he begins with voluntary ignorance, but turns to involuntary madness of soul, as has been said before. But they cannot show that any prophet, either of those in the Old Testament or of those in the New, was inspired in this way; nor can they boast of Agabus, or Judas, or Silas, or the daughters of Philip, or Ammia in Philadelphia, or Quadratus, or any others who do not belong to them.” And again, after a little, he goes on: “For if the Montanist women succeeded Quadratus and Ammia in Philadelphia in the prophetic gift, let them show who among them succeeded Montanus and the women; for the apostle grants that the prophetic gift shall be in all the Church until the final coming. But this they could not show, seeing that this is already the fourteenth year from the death of Maximilla.”

5.17.2

Οὗτος μὲν δὴ τοσαῦτα· ὅ γέ τοι πρὸς αὐτοῦ δεδηλωμένος Μιλτιάδης καὶ ἄλλας ἡμῖν τῆς ἰδίας περὶ τὰ θεῖα λόγια απουδῆς μνήμας καταλέλοιπεν ἔν τε οἷς πρὸς ‘́Eλληνας συνέταξε λόγοις καὶ τοῖς πρὸς Ἰουδαίους , ἑκατέρᾳ ἰδίως ὑποθέσει ἐν δυσὶν ὑπαντήσας αυγγράμμασιν, ἔτι δὲ καὶ πρὸς τοὺς κοσμικοὺς ἄρχοντας ὑπὲρ ἦς μετῄει φιλοσοφίας πεποίηται ἀπολογίαν.

AI English cleanup, gpt-5.6-terra, 2026-09-28

He, therefore, so writes. But the Miltiades mentioned by him has also left us other monuments of his own zeal for the oracles of God in the treatises which he composed against the Gentiles and against the Jews, treating each subject separately in two treatises; and besides this he wrote an Apology to the secular rulers on behalf of the philosophy which he held.