Eusebius Book 5, Section 19

5.19.1

ΧΙΧ. Τῶν δὲ ’Απολιναρίου κατὰ τῆς δηλωθείσης αἱρέσεως μνήμην πεποίηται Σεραπίων, ὃν ἐπὶ τῶν δηλουμένων χρόνων μετὰ Μαξιμῖνον ἐπίσκοπον τῆς Ἀντιοχέων ἐκκλησίας γενέσθαι κατέχει λόγος· μέμνηται δ’ αὐτοῦ ἐν ἰδίᾳ ἐπιστολῇ τῇ πρὸς Καρικὸν καὶ Πόντιον, ἐν ἧ διευθύνων καὶ αὐτὸς τὴν αὐτὴν αἵρεσιν, ἐπιλέγει ταῦτα· “ὅπως δὲ καὶ τοῦτο εἰδῆτε ὅτι τῆς ψευδοῦς ταύτης τάξεως τῆς ἐπικαλουμένης νέας προφητείας ἐβδέλυκται ἢ ἐνέργεια παρὰ πάσῃ τῆ ἐν κόαμῳ ἀδελφότητι, πέπομφα ὑμῖν καὶ Κλαυδίου ’Απολιναρίου, τοῦ μακαριωτάτου γενομένου ἐν Ἱεραπόλει τῆς Ἀσίας ἐπισκόπου, γράμματα.’’ ἐν ταύτῃ δὲ τῇ τοῦ Σεραπίωνος ἐπιατολῇ καὶ ὑποσημειώσεις φέρονται διαφόρων ἐπισκόπων, ὧν ὁ μέν τις ὧδέ πως ὑποσεσημείωται· “Αὐρήλιος Κυρίνιος μάρτυς ἐρρῶσθαι ὑμᾶς εὔχομαι,” ὁ δέ τις τοῦτον τὸν τρόπον· “Αἴλιος Πούπλιος Ἰούλιος ἀπὸ Δεβελτοῦ κολωνίας τῆς Θρᾴκης ἐπίακοπος· ξῆ ὁ θεὸς ὁ ἐν τοῖς οὐρανοῖς, ὅτι Σωτᾶς ὁ μακάριος ὁ ἐν Ἀγχιάλῳ ἠθέλησε τὸν δαίμονα τὸν Πρισκίλλης ἐκβαλεῖν, καὶ οἱ ὑποκριταὶ οὐκ ἀφῆκαν.’’ καὶ ἄλλων δὲ πλειόνων τὸν ἀριθμὸν ἐπιακόπων αυμφήφων τούτοις ἐν τοῖς δηλωθεῖσιν γράμμασιν αὐτόγραφοι φέρονται σημειώσεις. καὶ τὰ μὲν κατὰ τούτους ἦν τοιαῦτα.

AI English cleanup, gpt-5.4-mini, 2026-05-25

XIX. Tradition says that Serapion was bishop of Antioch after Maximinus at the time referred to, and he has mentioned the works of Apolinarius against the heresy described. He mentions him in his own letter to Caricus and Pontius, in which he also himself refutes the same heresy, and continues thus: “And in order that you may know this, that the working of the so-called new prophecy of this false order is abominated in the whole of Christendom throughout the world, I have sent you the writings of Claudius Apolinarius, the bishop of Hierapolis in Asia, of blessed ” And in this letter of Serapion there are preserved the signatures of various bishops, of whom one signed himself thus: “I, Aurelius Cyrenaeus, a martyr, pray for your ” as follows: “I, Aelius Publius Julius, bishop of Debeltum, a colony of Thrace. As God lives in the heavens, the blessed Sotas in Anchialus wished to drive the devil out of Priscilla, and the hypocrites would not let him.” The autograph signatures of many other bishops who agreed with them are also preserved in the above-mentioned writing. So far concerning them.